Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.181 Joseph. BJ 4.188 (English) >>Joseph. BJ 4.196

4.185ἀλλʼ ὅτι μὲν ἐξώλεις οἱ ἐπίβουλοι τῆς ἐλευθερίας, καὶ πρὸς δεδράκασιν οὐκ ἄν τις ἐπινοήσειεν δίκην ἀξίαν κατʼ αὐτῶν, οἶμαι πάντας ἥκειν πεπεισμένους οἴκοθεν καὶ πρὸ τῶν ἐμῶν λόγων παρωξύνθαι τοῖς ἔργοις ἐπʼ αὐτούς, πεπόνθατε. 4.186καταπλήσσονται δʼ ἴσως οἱ πολλοὶ τό τε πλῆθος αὐτῶν καὶ τὴν τόλμαν, ἔτι δὲ καὶ τὴν ἐκ τοῦ τόπου πλεονεξίαν. 4.187ταῦτα δʼ ὥσπερ συνέστη διὰ τὴν ὑμετέραν ἀμέλειαν, καὶ νῦν αὐξηθήσεται πλέον ὑπερθεμένων· καὶ γὰρ τὸ πλῆθος αὐτοῖς ἐπιτρέφεται καθʼ ἡμέραν παντὸς πονηροῦ πρὸς τοὺς ὁμοίους αὐτομολοῦντος, 4.188καὶ τὴν τόλμαν ἐξάπτει μέχρι νῦν μηδὲν ἐμπόδιον, τῷ τε τόπῳ καθύπερθεν ὄντες χρήσαιντο καὶ μετὰ παρασκευῆς, ἂν ἡμεῖς χρόνον δῶμεν. 4.189πιστεύσατε δὲ ὡς, ἐὰν προσβαίνωμεν ἐπʼ αὐτούς, ἔσονται τῇ συνειδήσει ταπεινότεροι, καὶ τὸ πλεονέκτημα τοῦ ὕψους λογισμὸς ἀπολεῖ. 4.190τάχα τὸ θεῖον ὑβρισμένον ἀναστρέψει κατʼ αὐτῶν τὰ βαλλόμενα, καὶ τοῖς σφετέροις διαφθαρήσονται βέλεσιν οἱ δυσσεβεῖς. μόνον ὀφθῶμεν αὐτοῖς, καὶ καταλέλυνται. 4.191καλὸν δέ, κἂν προσῇ τις κίνδυνος, ἀποθνήσκειν πρὸς τοῖς ἱεροῖς πυλῶσι καὶ τὴν ψυχὴν εἰ καὶ μὴ πρὸ παίδων γυναικῶν, ἀλλʼ ὑπὲρ τοῦ θεοῦ καὶ τῶν ἁγίων προέσθαι. 4.192προστήσομαι δʼ ἐγὼ γνώμῃ τε καὶ χειρί, καὶ οὔτε ἐπίνοιά τις ὑμῖν λείψει πρὸς ἀσφάλειαν ἐξ ἡμῶν οὔτε τοῦ σώματος ὄψεσθε φειδόμενον.”


Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.181 Joseph. BJ 4.188 (English) >>Joseph. BJ 4.196

Powered by PhiloLogic